Ancient Greek · ~9 min
Volume 13
Origen, Selecta in Ezechielem (fragmenta e catenis) 13.817
Not analysed yet
Τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει. Τόκος λέγεται τὸ ᾀδόμενον ἐπὶ ἀργυρίου· πλεονασμός ἐστι τὰ ἐπὶ τῶν λοιπῶν διδόμενα βρωμάτων ἢ πομάτων. Λοιμός ἐστιν ὁ λυμαινόμενος, οἱονεὶ ὁ ἅρπαξ, ἄδικος, καταπίνων πάντα. Καὶ χέοντα αἷμα. Αἷμά ἐστι σύμβολον ζωτικῆς δυνάμεως ψυχῆς. Καὶ πτωχὸν καὶ πένητα. Πλούσιον οὐ δύναται καταδυναστεῦσαι ὁ λοιμός. Λύτρον γὰρ ψυχῆς ἀνθρώπου, ὁ ἴδιος πλοῦτος· πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Πλούσιός ἐστιν ὁ πλουτῶν ἐν ἔργοις ἀγαθοῖς, ἐν λόγῳ Θεοῦ, καὶ ἐν πάσῃ γνώσει. Καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ. Πάντα τὰ ἀναπεπλασμένα εἴδωλά εἰσι. Τιθέασι δὲ ταῦτα ἐν ἀποκρύφῳ οἱ αἱρετικοί. Ἐὰν δὲ γεννήσῃ υἱόν. Ἡ γένεσις ἡμῶν κατὰ σάρκα οὖσα· ταύτης καὶ πατέρας καὶ μητέρας ἔχομεν. Οὐ γάρ ἐστι ψυχῆς μήτηρ ἢ πατήρ· ταύτης γὰρ ὁ Θεὸς μόνος ἐστὶ ποιητὴς καὶ πατήρ, Καὶ τοῦτο διδάσκων ὁ Θεὸς λέγει, ὅτι, Πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι· καὶ ἑκάστη ψυχὴ ἰδίαν ὑπόστασιν ἔχει, ἐν τῷ ἰδίῳ λόγῳ ἱσταμένη, καὶ οὐκ ἐν ἄλλῳ. Καὶ οὐκ ἔστιν εἰπεῖν ἄλλην ὑπὲρ ἄλλης τὰς ἁμαρτίας ἀποτίνειν. Ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσε. Πάντα τὰ παραπτώματα ἓν παράπτωμα λέγει· καὶ πάλιν τὸ ἒν τὰ πολλὰ εἰκονίζεται. Καὶ παρέπεσε παράπτωμα ἐκεῖνος ὁ λαὸς, ἀποκτείνας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Παραπίπτει δὲ ὁ καθεὶς, ἀπολλύων τὸν λόγον εἰς ἀλογίαν. Οὐ κατορθοῖ ὁδὸς Κυρίου. Ἰσραὴλ λέγουσιν, ὅταν ἴδωσι τὰ ἔθνη εἰσερχόμενα. Οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; Ἐφ' ὑμῖν ἐστιν. Ἀποῤῥίψατε ἀσεβείας ὑμῶν ἀφ' ἑαυτῶν. Καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινήν. Καὶ πῶς τοῦτο γενήσεται; Ἐὰν ἐκδυσώμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσώμεθα τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ὅταν ἀναβῶμεν ἀπὸ τῶν γηΐνων πραγμάτων εἰς τὸ ἀνώγεων τὸ μέγα τὸ σεσαρωμένον ἀπὸ πάσης κακίας, καὶ κεκοσμημένον δὲ καὶ ἐστρωμένον τελείᾳ ἀρετῇ, καὶ ἑορτάσωμεν μετὰ Ἰησοῦ, λαβόντες τὸ ποτήριον τῆς καινῆς Διαθήκης, καὶ τὸν τύπον τοῦ σώματος αὐτοῦ ποιούμενοι ἐν τῷ θνητῷ ἡμῶν σώματι διὰ τῆς μετοχῆς αὐτοῦ. ΚΕΦ. ΙΘʹ. Τί ἡ μήτηρ σου σκύμνος ζῶν ἐν μέσῳ λεόντων; Τροπολογεῖται εἰς λέοντα, εἰς ἕκαστον θηρίον κατὰ τὴν ἕξιν τὸ λογικὸν, καὶ εἰς πᾶν ζῶον καὶ ἑρπετόν. Τοῦ αὐτοῦ. Μητέρα τοῦ λέοντος ᾐνίξατο τοῦ ἄρχοντος Ἰσραὴλ συναγωγήν· ἥτις καὶ αὐτὴ ἀπεθηριώθη ἐν πολλοῖς, καὶ μάλιστα ὅτε ἔδωκε τὴν φωνὴν αὐτῆς ἐπὶ τὸν Δεσπότην αὐτῆς, λέγουσα· ᾎρον, ᾆρον, σταύρωσον αὐτόν. Τοῦ αὐτοῦ. Πολλοὶ τῶν ἀνθρώπων οὐδὲν διαφέ-