Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 10
Not analysed yet
Καὶ ἐρφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδέμ αετὰ ἀνατολὰς, καὶ ἔθτο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. Ὅταν ἀναγινώσκοντες (37) ἀναβαίνωμεν ἀπὸ τῶν μύθων καὶ τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς. ζητῶμεν τίνα τὰ ξύλα ἐστὶν ἐκεῖνα, ἂ ὁ Θεὸς γεωργεῖ· λέγομεν, ὅτι οὐκ ἔνι αἰσθητὰ ξύλα ἐν τῷ τόπῳ.