Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 11
Not analysed yet
Τοῦ αὐτοῦ. Τέθειται ἐν τῇ ἑρμηνείᾳ (38), κῆπον ἐν Ἐδέμ, αὐτῇ χρησαμένῳ τῇ Ἐβραῖκῇ λέξει. Ἔστι μὲν οὗν ἑρμηνεία τοῦ Ἐδὲμ κυρίως ἡδύ. Οὐκοῦν παραδεδώκασιν Ἑβραῖοι, ὅτι ὁ τόπος ἐν ᾧ ἐφύτευσεν τὸν παράδεισον ἢ τὸν κῆπον Κύριος, ὁ Θεὸς, Ἐδὲμ καλεῖται· καὶ φασὶν αὐτὸν μέσον εἶναι τοῦ κόσμου, ὡς κόρην ὀφθαλμοῦ· διὸ καὶ τὸν ποταμὸν τὸν Φεισων, ἑρμηνεύεσθαι στόμα κόρης, ὡς ἐκ τοῦ Ἐδὲμ ἐκπορευομένου τοῦ ποταμοῦ τοῦ πρώτου. Ὅ δὲ παραδιδόασιν, τοιοῦτόν ἐστιν· Ἐδὲμ, ὃς ἑρμηνεύεται ἡδὺ, ἦν πρὶν τὸν κῆπον γενέσθαι· ἐν αὐτῷ γὰρ καὶ ὁ κῆπος ἐφυτεύθη.