Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 102
Not analysed yet
Ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ· Αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν. Καὶ ἀνωτέρω (28) εἴρηται, οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν. Οὐκοῦν τὸ, τρεῖς ἡμέραι, καὶ διὰ πυθμένων καὶ διὰ κανῶν παρίσταται· συγχρησαμένης Προνοίας εἰς παράστασιν τριῶν ἡμερῶν οἰκείοις παραδείγμασι τοῦ ἑκατέρου βίου. Τοιαῦτα ἐ ἂν εὕροις καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς· τὸ αὐτὸ δηλούμενον ἀπὸ διαφόρων εἶναι δοκούντων παραδειγμάτων.