Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 103
Not analysed yet
Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέσεως ῆν αραὼ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισἱν αὐτοῦ. Τῶν μὲν πρὸ ἡμῶν (29) ἐτήρησέ τις, ὅτι φαῦλός ἐστιν ὁ τὰ γενέσεως τιμῶν πράγματα, καὶ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ ἀποδεχόμενος· ἡμεῖς δὲ βεβαιοῦμεν τὴν διήγησιν, καὶ ἐπὶ τοῦ Ἡρώδου τὸ A παραπλήσιον εὑρόντες, ὅτε καὶ ἡ θυγάτηρ Ἡρωδιάδος ὠρχήσατο, καὶ ἀπετμήθη ἡ Ἰωάννου κεφαλή· καὶ οὐδαμοῦ δίκαιος φαίνεται γενέθλιον ἄγων ἡμέραν.