Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 104
Not analysed yet
Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαρσὼ εἶδεν ἐνύπνιον. Ὤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, καὶ τὰ ἐξῆς. Ὁ ἐπὶ τοῖς ῥευστοῖς (30) καὶ ἀβεβαίοις πεποιθὼς ᾧετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, ἀφʼ οὖ τὰ δοκοῦντα εὐδαιμονικὰ εἶναι ἀναβαίνει, ὅτε οἱ βόες αὐτοῦ παχεῖς εἰσιν· ἀλλὰ πάντως κατεσθίεται ταῦτα ὑπὸ τῶν χειρόνων. Πρὸς δὲ τὸ, ᾤετο, συγκρινεῖς τὸ, ᾠμην ὑμᾶς δεσμεύειν δράγματα. Ἐπὶ δὲ δευτέρου ἐνυπνίου, Ὥσπερ, φησὶν, ὁ ἤλιος, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες προσεκύνουν μοι. Πάλεν τε οὖ ὁ μὲν ἀρχιοινοχόος· Ἐν τῷ ὕπνῳ μου, φησὶν, ὗν ἄμπελος, καὶ τὰ ἐξῆς· ὁ δὲ ἀρχισιτοποιός· Ὤμην· τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου. καὶ τὰ ἐξῆς.