Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 115
Not analysed yet
Καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ γυναῖκα. Τὸ μὲν Φουτιφὰρ (40) ἐν ὀνόματι τοῦ πατρός ἐστι τῆς γαμηθείσης τῷ Ἰωσήφ. Οἰήσεται δέ τις ἕτερον εἶναι τοῦτον παρὰ τὸν ὠνησάμενον τὸν Ἰωσήφ. Οὐ μὴν οὕτως ὑπειλήφασιν Ἑβραἴοι· ἀλλʼ ἐξ ἀποκρύφου λέγουσι τὸν αὐτὸν εἶναι, καὶ δεσπότην καὶ πενθερὸν γενέσθαι. Καὶ φασὶ ταύτην τὴν Ἀσενὲθ διαβεβληκέναι τὴν μητέρα παρὰ τῷ πατρὶ ὡς ἐπιβουλεύσασαν τῷ Ἰωσὴφ, καὶ οὐκ ἐπιβουλευθεῖσαν. Ἥν δὲ ἐκδέδωκε τῷ Ἰωσὴφ, δεῖξαι σπουδάσας καὶ τοῖς Αἰγυπτίοις, ὅτι μηδὲν τοιοῦτον ἡμάρτηται εἰς τὸν οἶκον αὐτοῦ.