Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 116
Not analysed yet
Ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι ἐποίησέ με ὁ Θκὸς πάντων τῶν πόνων μου, κοὶ πάντων τῶν τοῦ πατρός μου. Τὸ μὲν πάντων (41) ἐπιλαθέσθαι τῶν πόνων τοῦ Θεοῦ τοῦτο ποιήσαντος, σαφῶς καλόν ἐστιν· εἰ δὲ καὶ πάντων τῶν τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ ὁ Ἰωσὴφ ἐπελάθετο, καὶ τοῦτο ποιήσαντος τοῦ Θεοῦ αὐτῷ, ζητητέον. Οὐ γὰρ Θεὸς ποιεῖ ἐπιλαθέσθαι τὸν Ἰωσὴφ λόγων τοῦ Ἰακὼβ, καὶ υἱῶν αὐτοῦ· εἰ μὴ ἄρα πόνων αὐτοῦ, ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ, πόνων, οὕτως· πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρὸς πόνων.