Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 124
Not analysed yet
Λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν, καὶ κατάγετε τῷ ἀνρώπῳ δῶρα τῆς ῥητίνης, κοίτοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν, καὶ τερέβνθον, καὶ κάρυα. Ἀπὸ τῶν καρπῶν (48) τῆς γῆς φέρεται τῷ Ἰωσὴφ δῶρα, ἃ οὐκ ἔχει Αἴγυπτος· ἔστι δὲ ῥητίνη, μέλι, θυμίαμα, στακτὴ, τερέβινθος, κάρυα· καὶ ἀνωτέρω δὲ, καὶ αἱ κάμηλοι ἔγεμον θυμιαμάτων, ῥητίνης, στακτῆς, ἀλλʼ οὐχὶ καὶ μέλιτος, καὶ τερεβίνθου, καὶ καρύων.