Ancient Greek
125 to 128
Origen, Selecta in Genesim 125-128
Not analysed yet
Τοῦ αὐτοῦ. Τρία εἴδη μετὰ Ἰωσὴφ κατάγουσι Μαδιηναῖοι εἰς Αἴγυπτον, οἶς ἄλλα τρία προσθέντες οἱ υἱοὶ Ἰακὼβ φέρουσι τῷ Ἰωσήφ. Πλὴν σπέρμα Ἀβραὰμ καὶ τὰ πρότερα φέρουσι, καὶ τὰ δεύτερα. Καὶ ἔδει τὰ μὲν ὑποδεέστερα ἀπὸ τῶν νόθων τοῦ Ἀβραὰμ φέρεσθαι παίδων, τὰ δὲ πλείονα, ἀπὸ τῶν γνησίων, ὡς τῆς Αἰγύπτου χρείαν τούτων ἐχούσης. Εἶπαν Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖςμμαρσιποις τὴν ἀρχὴν ἡμεῖς εἰσαγ όμμεθα· τοῦ συκοφαντῆσαι ἡμᾶς, καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν. μμᾶς εἰς παῖδας, καὶ τοὺς ὄνους ἡμῶν. Ἀπίθανον τὸ. ἐν τοιαύτῃ νομίζοντας εἶναι περιστάσει, περὶ τῶν ὄνων φροντίζειν, εἰ μὴ ἀλληγορεῖται. Εἶπε δὲ αὐτοῖς· Ἴλεως ὑμῖν. μὴ φοβεῖσθε. Ἔοικεν ὁ ἐπὶ τοῦ οἴκου τοῦ Ἰωσὴφ ἄνθρωπος ταῦτα εἰρηκέναι, ὠφεληθεὶς εἰς θεοσέβειαν παρὰ τοῦ Ἰωσήφ. Ἐμεγαλύνθη δὲ ἡ μερὶς θεαιαμῖν παρὰ τὰς με ρίδας πάντων· πενταπλασίως πρός τὰς ἐκείνων. Ἐμεγαλύνθη ἢ διὰ τὴν Ἱερουσαλὴμ, ἢ ὡς τύπος τοῦ ἀποστόλου Παύλου. Καὶ Ἰησοῦς δὲ τῆς φυλῆς ὤν Ἐφραῒμ διεμέρισε ταῖς ἄλλαις φυλαῖς τὴν γῆν.