Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 13
Not analysed yet
Καὶ ἔθτο αὐτὸν ἐν τῷ παραδείσῳ. Οἱ ἀναγεννώμενοι (41) διὰ τοῦ θείου βαπτίσματος ἐν τῷ παραδείσῳ τίθενται, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ, ἐργάζεσθαι τὰ ἔνδον ὄντα ἔργα πνευματικά· καὶ ἐντολὴν λαμβάνουσι πάντας ἀγαπᾷν τοὺς ἀδελφοὺς, καὶ τὸν ἐρχόμενον καρπὸν διʼ ὑπομονῆς ἐσθίειν, κατὰ τὸ εἰρημένον· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. Παραβαίνει δέ τις τὴν ἐντολὴν τοῦ ἀναγεννήσαντος ὁ τοῖς ὄφεως λογισμοῖς χρησάμενος. καὶ ἀγαπῶν τοὺς μὲν ὡς χρηστοὺς, τοὺς δὲ ὡς πονηροὺς μισῶν· ὅπερ ἐστὶ τὸ ξύλον τοῦ γινώσκειν καλόν· οὗ ὁ ἀπογευσάμενος κατʼ ἄδειαν ἀποθνήσκει· οὐχὶ τοῦ Θεοῦ τὸν θάνατον ποιήσαντος, ἀλλὰ τοῦ ἀνθρώπου τὸν πλησίον μισήσαντος. Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπʼ ἀπτωλείᾳ ζώντων· οὕτε κινεῖται πάθει ὀργῆς, οὐδὲ ἐπινοτῖ πρᾶγμα εἰς ἄμυναν, οὐδὲ ἀλλοιοῦται πρὸς τὴν ἑκάστου ἀξίαν ἔξιν, ἀλλὰ πάντα ἐν σοφίᾳ ἐποίησιν, ὑπὸ νόμῳ πνευματικῷ κρίνεσθαι προορίσας. Διὰ τοῦτο οὖν λέγει τῷ Ἀδάμ· Ἧ δʼ ἂν ἡμέρᾳ σάγητε, θανάτῳ ἀπολανεῖσθε. Καὶ οὕτω δὲ ἑκάστῳ τῷ πράγματι καλοῦ τε καὶ κακοῦ φυσικῶς ἐπακολουθεῖν τὸ δέον ἀπένειμεν· καὶ οὐκ ἐπινοητικῶς, ὥς τινες νομίζουσιν, οἱ τὸν πνευματικὸν ἀγνοοῦντες νόμον.