Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 12
Not analysed yet
Τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν. Ὅτε ἀλλοιοῦται (39) ὑπὸ τῆς ἀρετῆς ἡμῶν τὸ στόμα, καὶ κυριεύει ἡ ψυχὴ καλὰ νοήματα, τότε τρέφει καλὰ δόγματα· ἅπερ αἰνιττόμενος ὁ λόγος εἶπεν, χρυσίον καλόν. Καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεών· οὗτος κυκλῶν πᾶσαν τὴν γῆν Αἰθοπίας. Αἰθιοπίας (40), ἥτις ἐστὶ Ἐβραῖστὶ Χοῦς· σημαίνει καὶ σκότωσιν. Ἀπὸ οὖν τῆς Αἰθιοπίας, τουτέστιν ἀπὸ τοῦ Χοῦς, διὰ τὸ σκοτῶδες τῆς χροίας,· ἧς ἔσχε παρὰ τοὺς λοιποὺς ἀδελφούς.