Ancient Greek
135 to 142
Origen, Selecta in Genesim 135-142
Not analysed yet
Τοῦ αὐτοῦ. Ἀπέστειλε Φαραὼ ἁμάξας ἆραι οὐ τὸν Ἰσραὴλ, ἀλλὰ τὸν Ἰακώβ. Εἰσῆλθεν εἰς Αἴγυπτον, οὐ κατέβη Ἰακώβ. Τῷ γὰρ Ἰσραὴλ εἴρηται, Μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. Εἰσῆλθεν εἰς Αἴγυπτον Ἰακὼδ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετʼ αὐτοῦ. Σπέρμα μὲν νῦν τοῦ Ἰακὼβ λέλεκται· ἀνωτέῤω δὲ υἱοὶ Ἰσραήλ. Πλὴν εἴπερ Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ εἰσῆλθεν εἰς Αἴγυπτον, οὐκ εἰσῆλθεν δὲ Ἤρ, καὶ Αὐνὰν, οὐκ ἦσαν σέομα τοῦ Ἰααώβ. Θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ. Δηλονότι τὰς θυγατέρας ἔχων μεθʼ ἑαυτοῦ, καὶ τοὺς γαμβροὺς συνεπάγετο. Οὐ γὰρ ἠνείχετο ἔξω τῆς οἰκίας αὐτοῦ ἀποστέλλειν τὰς θυγατέρας, μήπως τραπεῖεν εἰς εἰδωλολατρείαν. Τοῦ αὐτοῦ. Εἰ μὴ ἔχει θυγατέρας ὁ Ἰακὼβ, πῶς αἱ θυγατέρες αὐτοῦ καταβαίνουσιν εἰς Αἴγυπτον; Μὴ τοίνυν ἀλληγορεῖται. Ἑξῆς δὲ λέγει ἐκ Λείας εἶναι, καὶ θυγατέρας λγ᾿ Δίνας ὀνομασθείσης. Ταῦτα δ ὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ, τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Υἱῶν, οὐκ Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ, εἰσελθόντων, οὐ καταβάντων εἰς Αἴγυπτον, τὰ ὀνόματα ταῦτά ἐστιν. Πρωτότοκος Ἰακὼδ, Ῥουβὴμ, καὶ τὰ ἑξῆς. Ἀνωτέρω εἰπὼν τὰ ὀνόματα τῶν υἱῶν εἶναι τοῦ Ἰσραὴλ, νῦν τοῦ Ἰακὼβ εἶναι πρωτότοκόν φησι τὸν Ῥουβήμ. Τοῦ αὐτοῦ. Σημειωτέον, ὅτι σὺν τοῖς γενομένοις ἐν γῇ Χαναὰν υἱοῖς Ἰακὼβ ἀριθμεῖ αὐτοὺς καὶ τοὺς ἐν Ἀἰγύπτῳ ὄντας υἱοὺς Ἰωσήφ. Συμβάλλεται γὰρ τοῦτο εἰς τὸ ἐξῆς ῥητὸν περὶ τὰ τέλη, ἔνθα φησίν· Ἐμοί εἰσιν Ἑφραῒμ καὶ Μανασσῆ, ὡς Ῥουβὴμ καὶ Συμεών. Καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου. Ἔτι γὰρ σὺ ζῇς. Θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτῳ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυπτίων, καὶ μεῖναι ἐν τῇ κατὰ Θεὸν ζωῇ. Διόπερ θαυμάζων ὁ Ἰακὼβ, εἶπε τῷ Ἰωσὴφ τὸ, Ἔτι γὰρ σὺ ζῇς.