Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 134
Not analysed yet
Ἀνέστη δὲ Ἰακὼδ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου. καὶ ἀνέλαβον υἱοὶ Ἰσραὴλ Ἰακὼδ τὸν πατέρα αὐτῶν. Ὁ μὲν ἐλθὼν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου Ἰσραήλ ἐστι, φέρων μετὰ πάντων τῶν αὐτοῦ, οἶμαι, Ἰακώβ ὁ δὲ ἀνιστάμενος ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, Ἰακώβ ἐστιν· ἐδεῖτο γὰρ ἀναστάσεως οὐχ ὁ Ἰσραὴλ, ἀλλʼ δ Ἰακώβ. Εἶτα μετὰ τοῦτο, δεόμενον ἀναλήψεως Ἰακὼβ πατέρα ἀνειλήφασιν υἱοὶ οὐχὶ Ἰακὼβ, ἀλλʼ Ἰσραήλ.