Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 25
Not analysed yet
Ἀπὸ δὲ πάντων τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρός σέ ἑπτὰ ἑπτὰ, ἄρσεν καὶ. θῆλυ· ἀεὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο, καὶ τὰ ἐξῆς. Ζητήσειέ τις ἂν (54) πῶς, μηδέπω τοῦ νόμου διαστειλαμένου καθαρὰ καὶ ἀκάθαρτα, ὡς εἰδότι τῷ Νῶε διαφορὰν ἀκαθάρτων ταῦτα λέγεται. Ὅθεν ἄξιον ἐπιστῆσαι μὴ κατὰ τὸ, Ὅταν ἔθνη τὰ μὴ νόμον ἐχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, ἢ ἀπὸ τοῦ φύσει νόμου ταῦτα ἠπίστατο ὁ Νῶε.