Ancient Greek
26 to 27
Origen, Selecta in Genesim 26-27
Not analysed yet
Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμός τοῦ ὕδατος ἐγένετο ἑαὶ τῆς γῆς. Μήποτε (55) πρὸς ἀνπιδιαστολὴν μέλλοντος κατακλυσμοῦ γενέσθαι πυρὶ πρόσκειται ἐνταῦθα, τοῦ ὕδστος. Καὶ εἰσῆξλθον πρὸς Νῶε εἰς τὴν κβωτὸν δύο δύο ἀπὸ πιάσης σαρκός. Ὡς πρὸς τὸ ῥητὸν (56) ζητήσειέ τις ἂν διὰ τί οὐκ εἴρηται, τὰ μὲν ἀκάθαρτα δύο δύο, τὰ δὲ καθαρὰ ἑπτὰ ἑπτά· ἀλλὰ σεσιώπηκε τὰ καθαρά. Ὅρα δὲ μὴ ἀπολογία ἐστὶν ἐν τῷ, ἀπὸ πάσης σαρκὸς, ἀκαθάρτων μόνον δηλουμένων ἐν τῷ, ἀπὸ πάσης σαρκός.