Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 29
Not analysed yet
Καὶ ό τρόμος κοὶ ό φόδος ὑμων· ἔσται ἐπὶ πᾶσν τοῖς θηρίοις τῆς γῆς· καὶ τὰ ἐξῆς. Βιάζεται μέν τις (58) κατὰ τὸ ῥητὸν φάσκων, πᾶν ζῶον φοβεῖσθαε βλέπον τὸν ἄνθρωπον, καὶ αὐτὰ τὰ ἐν ἐρημίαις θηρία. Μήποτε δὲ βέλτιον νοεῖν τὰς πονηρὰς δυνάμεις, τα ἄγρια θηρία τῆς γῆς, καὶ τὰ λοιπὰ εἴδη ἕτερα. πάσχειν ἀπὸ τοῦ δικαίου τὸν φόβον, καὶ τὸν τρόμον εἷναι ἐπὶ τοῖς τοιούτοις. Αἱ γὰρ πονηραὶ δυνάμεις φοβοῦνται τὸν δίκαιον.