Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 28
Not analysed yet
Κοὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἷπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Ὁ Νῶε πῶς ηὕξήκει 57), καὶ ἐπλήθυνε, μήπω γεννήσας μετὰ κατακλυσμόν; μήποτε οὖν οὐ δεῖ σωματικῶς ἀκούειν τὸ, Αὐξάνεσθε καὶ πληθύνεσθε. Εἰ δὲ ἐνθάδε οὐ σωματικῶς διὰ τὸν Νῶε, δῆλον, ὅτι κατὰ βούλημα τοῦ πνευματικοῦ νόμου καὶ ἐν τῇ ἀρχῇ οὕτως.