Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 39
Not analysed yet
Χαά ἦν πᾶσα ἡ γῆ χεῖλος ἔν, καὶ φωνὴ μία πᾶσι. Τοῖς μὴ νοοῦσι (65) τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσ μεν, καὶ διὰ τοῦτο ἀρνουμένοις ὑπόστασιν ἰδίαν Υίοῦ, προσοίσομεν τὸ, Ἧν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ σωνὴ μία πᾶσι. Ζητοῦντες δὲ διαφορὰν χείλους καὶ φωνῆς, φήσομεν τὴν μὲν φωνὴν ἐπὶ τῆς διαλέκτου τάσσεσθαι, τάχα δὲ τὸ χεῖλος ἐπὶ τῆς διανοίας· ἢ τὸ ἔμπαλιν.