Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 40
Not analysed yet
Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φσωνῆς τοῦ πλησίον. Γνώρισμα κακίας (66 )τὸ συγχυθῆναι τὰς γλώσσας· γνώρισμα ἀρετῆς, ὅτε ἦν πάντων τῶν πιστευόντων καρδία, καὶ ψυχὴ μία. Καὶ οὕτω τηρῶν τὴν Γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα. ὅπου διαίρεσις, καὶ διαφωνία, καὶ ὅσα τοιαῦτα, κακίας ἐστὶ γνωρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα.