Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 50
Not analysed yet
Τετάρτῃ δέ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Ἐτῶν υ’ (75) δόσις, εἰς τὸ πληθυνθῆναι μὲν τοῦ Ἀβραὰμ τὸ σπέρμα, γενέσθαι δὲ τὰ γενόμενα σημεῖα. Πῶς οὖν τὸ, Οὔπω ἀνεπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων; ἵνα δείξῃ, ὅτι εὐλόγως ἐκβάλλονται διʼ ἁμαρτίας. Καὶ γὰρ ὅταν λέγει, Μετεμελήην, οὐ τοῦτο λέγει ὅ πάσχει, οὕτε τοῦτο πάσχει ὃ λέγει, ἀλλὰ τὴν τοῦ γενομένου ἀτοπίαν παρίστησιν. Κοὶ μετʼ ὀλίγα Ἔπειτα ἦσαν πάλαι ἐν μὲν Παλαιστίνῃ δίκαιοι, ὁ Μελχισεδὲκ καὶ ἄλλοι πολλοί. Οὐ γὰρ ἦν ἀπλῶς ἱερεὺς μὴ ὄντων τῶν πειθομένων. Οὕπω οὖν ἀναπεπλήρωται ἀντὶ τοῦ, Οῦπω ἐκλέλοιπεν ὅσιος ἐξ αὐτῶν· οὕπω πεπλήρρωνται, καὶ τετελειωμένοι εἰσὶν ἁμαρτίαις. Δέκα γὰρ δίκαιοι ῥύονται τὴν πόλιν· τότε δὲ οὐκ ὀλίγοι ἦσαν.