Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 51
Not analysed yet
Τααεινώσουσιν αὐτοὺς τετρακύσια ἔτη. Διὰ τί δὲ (76) περισσὰ ἔτη λέγει ὁ Ἀπόστολος λ΄ ,τά τε τῆς Διαθήκης, ἥν ἐποιήσατο μετὰ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐξ Αἰγύπτου πορείας ἐν τῇ ἐρήμῳ, καὶ τῆς τοῦ νόμου δόσεως; Οὐ μάχεται τὰ ἐνταῦθα τοῖς ἐν τῇ Ἐξόδῳ γεγραμμένοις. Ἐκεῖ γὰρ εἴρηται, Μετὰ υλ΄ ἔτη ἐξῆλθεν ἡ δύναμις Κυρίου ἐκ τῆς Αἰγύπτου· ἐνταῦθα δὲ μετὰ υ΄ φησίν. Ἀλλʼ ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐῤῥέθη, ὡς πληρωθέντων τῶν υ΄ ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υ΄ ἔτη, ὅπερ ἐμφαίνει καὶ τὰ λ΄.