Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 57
Not analysed yet
Λὼτ δὲ ἐκάθητο πσρὰ τὴν πύλην Σοδόμων. Οὐκ ἦν ἔνδον (82) Σοδόμων Λὼτ, ἀλλὰ παρὰ τὴν πύλην. Εἴποιμι δʼ ἂν αὐτὸς, ὅν τρόπον ἔξω τῆς σκηνῆς ὁ Ἀβραὰμ ἐκάθητο ἐπιτηρῶν διὰ φιλοξενίαν καὶ παρὰ καιρὸν τοὺς διοδεύοντας· (μεσημβρία γὰρ ἦν·) οὕτως ὁ ἐκείνου συγγενὴς καὶ μιμητὴς τῶν τρόπων ἐκαθέζετο παρὰ τῇ πάλῃ, προτρεπόμενος τοὺς παριόντας, καὶ ἐσπέρας ἤδη καταλαβούσης· εἰδὼς μάλιστα τῶν ἐν Σοδόμοις τὴν ἀσέβειαν, καὶ ὡς οὐκ ἔστιν ἐκεῖσε τοῖς ξένοις ἀνάπαυσις.