Ancient Greek
58 to 59
Origen, Selecta in Genesim 58-59
Not analysed yet
Καὶ κατεβλάσατο κύτοὺς, καὶ εἰσῆ λθον εῖς τὸν οἶκον αὐτοῦ. Ἐπειδὴ (83) μὴ τοιοῦτος ἦν ὁ Λὼτ οἶος ὁ Ἀβραὰμ, διὰ τοῦτο, ὀκνοῦντες διελθεῖν πρὸς αὐτὸν, βίας χρᾐζουσιν. Τοὺς δὲ ἄνδρας τοὸς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ. Ἐπʼ ἀγαθῷ (84) πατάσσονται ἀορασίᾳ οἱ κακῶς τῇ ὁράσει χρησάμενοι, καὶ εἰς τὸ ἁμαρτάνειν ἐμποδιζόμενοι ὑπὸ τῆς ἀορασίας.