Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 6
Not analysed yet
Ὁ δὲ φάσκων τὸ κατʼ εἰκθ΄να (32) μὴ ἐν σώματι εἶναι, ἐν δὲ τῇ λογικῇ ψυχῇ, παραστήσει οὐκ εὐκαταφρόνητον δόγμα, καταλαβὼν τίνες δυνάμεις εἰσὶν αὐτῆς. Ἡ γὰρ γνωστικὴ δύναμις ἡ ἐν τῷ ἀνθρώπῳ, κριτική τε καὶ εὐποιητικὴ, δικαιοπρακτική τε καὶ ἐῤῥωμένη (33), καὶ ἀπαξαπλῶς παντὸς καλοῦ ἐπιτελεστικὴ, κατʼ εἰκόνα ὑπὸ τοῦ Θεοῦ γεγόνασιν αὐτῷ. Ὁτι δὲ τὸ κατʼ εἰκόνα αἱ πράξεις χαρακτηρίζουσι, καὶ οὐχὶ ἡ τοῦ σώματος μορφὴ, σαφῶς ὁ Ἀπόστολος Β ἐν τῇ πρὸς Κορινθίους φησί· Καθὼς ἐφορέσαμεν τὴν είκόνα τοῦ χοῖκοῦ, οὕτως φορέσωμεν κιά τὴν εἰκόνα τοῦ ἐποτρανίου. Εἰκόνα μὲν γὰρ φορεῖ χοῖκὴν ὁ κατὰ σάρκα ζῶν, καὶ ποιῶν τὰ ἔργα τῆς σαρκός· εἰκόνα δὲ τοῦ ἐπουρανίου ὁ τῷ πνεύματι τὰς πράξεις τῆς σαρκὸς θανατῶν. Καὶ ἐν ἑτέρᾳ δὲ ἐπιστολῇ διδάσκων ὡς δεῖ βιοῦν, ἐπιφέρει ταῖς ἐντολαῖς τὸ, Ἴνα γένησθε κατʼ εἰκόνα τοῦ κείσαντος. Κύριος μακρόθυμος, καὶ ὁ μακρόθυμος ἄνθρωπος ἔχτι τὸ κατʼ εἰκόνα Θεοῦ. Δίκαιος καὶ ὅσιος ὁ Κύριος, καὶ οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Οὐκοῦν ὁ ἀγαπῶν δικαιοσύνην καὶ ὁσιότητα, καὶ πράττων καὶ τηρῶν τὴν ἐντολὴν τοῦ Σωτῆρος τὴν, Γίνεσθε οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστὶ, καὶ, Γίεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράτνιος τέλειός ἐστιν, εἰκὼν γίνεται κατὰ πάντα τοῦ Θεοῦ.