Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 7
Not analysed yet
Καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καῖ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν ἐῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Τηρητέον (34) δὲ, ὅτι ἐν τῷ καταλόγῳ τῆς τῶν ξώων δημιουργίας, ἄλλα τὰ κήτη, καὶ ἅλλα ἑρπετὰ ψυχῶν· καὶ ὡς ἄρχειν νῦν τῶν ἰχθύων τῆς θαλάσσης ὁ ἄνθρωπος λέγεται, σεσιώπηται δὲ τὸ τῶν κητῶν γένος καὶ τὸ τῶν θηρίων. Οὐ γὰρ μάτην δεῖ νομίζειν μὴ προστίθεσθαι καὶ ταῦτα, δυναμένου ἀναγεγράφθαι· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τῶν κητῶν τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν. Καὶ D ἐπίστησον, εἰ δυνατὸν διὰ τὸ σεσιωπῆσθαι ,μὴ πάντα τὰ ζῶα διὰ τὸν ἄνθρωπον γεγονέναι, ἀλλὰ ταῦτα ,ὧν ἄρχειν λέγεται, ἰχθύας θαλάσσης, καὶ πετεινὰ οὐρανοῦ, καὶ κτήνη τῆς γῆς, τάχα δὲ καὶ τὰ ἑρπετὰ τῆς γῆς, διὰ τὰς ἀναγκαιοτάτας τῶν φαρμάκων χρείας ἀπʼ αὐτῶν τελουμένας· οὐ μέντοι διὰ τὸν ἄνθρωπον ταῦτα ἐγεγόνει τὰ κήτη τὰ μεγάλα καὶ τὰ θηρία τῆς γῆς. Ἧ γὰρ ἂν προσετέθη τῇ δεδομένῃ ἐξουσίᾳ τῶν ἀνθρώπων καὶ ἡ τούτων ὀνομασία. Οὐχ εὑρίσκομεν δὲ ἐν τῇ Γραφῇ τὸ τῶν ὄφεων γένος ἐν ἑρπετοῖς τεταγμένον, ἀλλʼ ἐν θηρίοις. Ὁ γὺρ ὄφις, σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς· καὶ ταῦτα φάγεσθε ἀπʼ αὐτῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν άκρέδα κοὶ τὰ ὅμοια αὐτῇ, καὶ ἀττάκην καὶ τὰ δμοια αὐτῷ, καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῶ καὶ πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἶς εἰσι εἰσι τέσσαρες πόδες, βδέλυγμα ὑμῖν ἐστι, καὶ ἐν τσύτοις μιανθήσεσθε. Οὐκ ἄρχει τοίνυν ἄνθρωπος οὕτε τῶν κητῶν τῶν μεγάλων οὕτε τῶν θηρίων, τάχα τὴν ἀρχὴν οὕτε διʼ αὐτὸν γεγενημένων. Τὸ δὲ ὅμμσιον τοῖς ἐνθάδε ἀναγεγραμμένοις ὑπὸ τὴν ἐξουσέαν τοῦ ἀνθρώπου ἐν τῷ ηʼ ψαλμῷ λέγεται· Πάντα ὑσπέταξας ὑποκάτω ποδῶν αὐτοῦ, πρόβατα καὶ βόλες ἁπάσας, ἔτι δέ καὶ τὰ κτήνη τοῦ πεδίου· τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θα- λάσσης, τὰ δαπορευόμενα τρίβους θαλασσῶν. Κἀνταῦθα γὰρ τὰ κήτη καὶ τὰ θηρία σεσιώπηται.