Ancient Greek
61 to 64
Origen, Selecta in Genesim 61-64
Not analysed yet
Καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ πίσω, καὶ ἐγένετο στήλη ἁλός. Οὐδὲν ὦνησε (86) τὴν γυναῖκα Λὼτ τὸ κεκρατῆσθαι ὑπὸ τῶν ἀγγέλων, εἰ καὶ ἐξῆλθεν ἔξω Σοδόμων, ἐπείπερ ἐστράφη εἰς τοὐπίσω. Ἀθμέλεχ δέ οὐχ ἤψατο αὐτῆς. Ἔμφασιν ἔχει (87) τὸ, οὐχ ἥψατο, ὡς τὸ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἄπτεσθαι· ὅπερ ἐστὶ καὶ χωρὶς μίξεως κατὰ μηδὲν ἄλλο παθητικῶς, ἤτοι ἐνιδεῖν, ἢ ἅψασθαι γυναικός. Ὁ Θεὸς μέντοι οὐκ ἀφῆκεν ἅψασθαι τὸν Ἀβι. μέλεχ αὐτῆς· τάχα καὶ πάντα τὸν ἄκρως συμφρονοῦντα· θεόσδοτον γὰρ τὸ τοιοῦτον. Καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δέ καὶ τὸ παιδάριον διελευσόμεθα ἔως ὧδε, καὶ προσκυνήσαντες ὑποστρέύομεν πρὸς ὑμᾶς. Ταῦτα εἶπε (88) λογισάμετος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ό Θεός. Ἔλαβε καὶ Ἀβμαὰμ τὰ ξύλα τῆς ὀλοκαρπεώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υίῷ αὐτοῦ. Ἐπωμάδιον γὰρ (89) ἔχων τὸν οἰκεῖον σταυρὸν ἔξω τῆς πύλης ἔπαθεν ὁ Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ πάθος, ἄλλʼ ἐκ θελήματος οἰκείου, καὶ βουλήσει τοῦ Θεοῦ καὶ Πατρός.