Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 60
Not analysed yet
Καὶ κατέστρεψε πάσας τὰς πόλεις ταύτας, καὶ πᾶσαεαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, κοὶ πάντα τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς. Ὁ Κύριος (85) οὐ μόνον τοὺς ἀσεβεῖς ἀπόλλυσι, ἀλλὰ καὶ τὰς τροφὰς αὐτῶν, οὔσας Σοδομιτικὰς καὶ ἐπιβλαβεῖς, ἐν αἷς ἐστι καὶ ἄμπελος, περὶ ἦς γέγραπται· Ἐκ γὰρ ἀμπέλου Συδόμων ἢ ἄμπελος αὐτῶν, καὶ ἡ κλημαεὶς αὐτῶν ἐκ Γομῤῥας.