Ancient Greek
66 to 71
Origen, Selecta in Genesim 66-71
Not analysed yet
Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος. Διὸ φιλοτιμητέον (91) ἑστηκέναι ἐπὶ τῆς πηγῆς, ἵνα μὴ καὶ ἐφʼ ἡμῶν ἁρμόσῃ τὸ, Ἐμέ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Καὶ ἔσται ἡ παρθένος, ᾖ ἄν ἐγὼ εἴπω, Ἐπκλι τὴν ὑδρίαν σου, καὶ τὰ ἐξῆς. Πρέπουσα (92) ἡ φωνὴ τῷ πρεσβύτη τῆς οἰκίας τοῦ Ἀβραὰμ, καὶ ἁρμόζουσα τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ. Καὶ ὅρα σοφίαν, οἶον τίθησι σημεῖον. Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν, καὶ παρεσιώπα, τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὀδὸ αὐτοῦ ἢ οὔ. Ἐντεῦθέν ἐστι (93) διδαχθῆναι, ὅτε καλόν ἐστι τὸν προσευχόμενον μὴ μετὰ αἰσθητῆς ἀκουόμενον τῆς φωνῆς προσεύχεσθαι, ἀλλʼ ἐν τῇ καρδίᾳ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως. Πρέπουσα πορεία (94) τῷ ἁγίῳ διὰ μὲν τὴν πολλὴν ἀναχώρησιν πορευομένῳ διὰ τῆς ἐρήμου, διὰ δὲ τὴν περὶ τῶν εἰς Θεὸν θεωρίαν πορευομένῳ κατὰ τὸ φρέαρ τῆς ὁράσεως. Καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίο. τὸ πρὸς δείλης. Ἐξελθεῖν δεῖ (95) τῶν γηΐνων τὸν μέλλοντα περὶ τῶν θείων ὁμιλεῖν, ὅπερ ἀδολεσχῆσαε νῦν ὠνόμασεν. Οὐ πρόσκειται δὲ τίνι· εἰκότως, ἐπεὶ μηδὲ ἀνθρώπων ἡ τοιαύτη ὁμιλία γίνεται, ἀλλʼ ἤτοι πρὸς Θεὸν, ἢ αὐτοῦ τινος πρὸς ἑαυτόν. Τοῦ αὐτοῦ. Τὸ δὲ, πρὸς δείλης, σύμβολόν ἐστε τοῦ μόλις ἐπὶ γήρως δύνασθαί τινα ἐλθόντα μετἀ καταλήψεως τῶν θειοτέρων ὁμιλεῖν.