Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 72
Not analysed yet
Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβε γυναῖκα ᾖ ὄνομα Χεττούρα. Ἔτεκε δέ αὐτῷ τὸν Ζεμβρᾶν, καὶ τὰ ἐξῆς. Ἀπὸ τῶν τέκνων (96) Χεττούρας ἔθνη γέγονε πλεῖστα, ἃ κατῴκησαν τὴν Τρωγλοδύτην ἔρημον, καὶ τὴν Εὐδαίμονα Ἀραβίαν, καὶ τὴν διήκουσαν, τήν τε Μαδιανῖτιν, καὶ τὴν πόλιν Μαδιὰμ παρακειμένην τῇ ὑπὲρ τὴν Ἀραβίαν ἐρήμῳ ἄντικρυς Φαρὰν εἰς ἀνατολὰς τῆς Ἐρυθρᾶς θαλάσσης· ὅθεν τὸ Μαδιανιτῶν ἔθνος ἀπὸ Μαδιὰμ υἱοῦ Ἀβραὰμ καὶ Χεττούρας· ὡς εἶναι δῆλον ἐκ τούτου, ὅτι ὁ Ἰοθὼρ ὁ πενθερὸς Μωυσέως ἀπόγονος ἦν τοῦ Ἀβραὰμ καὶ συγγενὴς Μωυσέως.