Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 79
Not analysed yet
Καὶ εἷπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὅν εὐλόγησε Κύρος. Σαφῶς (4) οὐκ αἰσθητὴ ἦν ἡ ὀσμή. Ποία γὰρ ἂν ὀσμὴ δύναται εἶναι ὀσμῇ ἀγροῦ παραβαλλομένη ; ἀλλὰ μήποτε τοιαύτη ἦν αὕτη, ὁποίαν ὁ Ἀπόστολος ἔχων ἔφασκε· Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θκῷ ἐν παντὶ τόπῳ. Ἐγὼ δὲ ἡγοῦμαι καὶ ἑκάστην ἀρετὴν ἰδίαν ἔχειν εὐωδίαν, ἥτις ἐστὶ συμπληρωτικὴ τῶν ἀρετῶν. Καὶ ἐκ τοῦ ἐναντίου δὲ αἱ κακίαι δυσώδεις εἰσὶ κατὰ τὸν εἰπόντα· Προσώξεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Πρέπει δὲ τῷ Κυρίῳ τὸν αὐτῷ εὐώδη τῶν ἀρετῶν ἀγρὸν εὐλογεῖν.