Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 80
Not analysed yet
Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ Ἠσαῦ ό ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε· τῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν. Μανθάνομεν (5) ἀπὸ τούτων, ὅτι δεῖ ἀποδιδράσκειν τοὺς ἐπιβουλεύοντας, καὶ διωγμοὺς φεύγειν, εἰ καὶ ὀπτασιῶν καταξιωθῶμεν ὡς ὁ Ἰακώβ. Παρακληθείη δʼ ἄν τις ἰδὼν τὰ παρακολουθήσαντα τῷ Ἰααὼβ φεύγοντι ἀπὸ τοῦ Ἠσαῦ. ὀπτασιῶν τε γὰρ ἠξιώθη, καὶ πατὴρ γεγένηται δώδεκα φυλῶν· καὶ ἐπανερχόμενος ἀπὸ τῆς διὰ τὸν διωγμὸν φυγῆς, γίνεται ἀντὶ Ἰακὼβ Ἰσραήλ.