Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 86
Not analysed yet
Εἶπε δέ Κύριος πρὸς Ἰακώβ Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου· σαὶ ἔσομαι μετὰ σοῦ. Ὅτε ἐκαρποφόρησεν (10) Ἰακὼβ, καὶ ἐπλούτησεν ἔξω τῆς γενεᾶς αὐτοῦ τυγχάνων, τότε εἶπεν αὐτῷ Κύριος· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ παερός σου. Τοιοῦτον δέ τι νοητέον ὑπὸ Κυρίου λέγεσθαι, ὅτε πρὸς τῇ ἐξόδῳ γενώμεθα ἀπελευσόμενοι πρὸς τοὺς πατέρας ἡμῶν. Καὶ ἆθλον δὲ δίδωσι τῷ ἀποστρέφοντι εἰς τὴν γῆν τοῦ πατρὸς αὐτοῦ, καὶ εἰς τὴν γενεὰν αὐτοῦ. Οἶμαι δὲ, ὅτι ἐν ὕπνοις παρῆν αὐτῷ ὁ Κύριος.