Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 85
Not analysed yet
Ἐλαβε δέ ἑαυτῷ Ἰακὼδ ῥάδδοι· στυρακίνην εαὶ καρυΐνην, καὶ πλατάνου. Αἱ τρεῖς ῥάβδοι (9) συμβολικῶς ἤτοι αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς εἰσι, τὸ λογικὸν, τὸ θυμικὸν, τὸ ἐπιθυμητικόν ῆτοι αἱ τρεῖς θεωρίαι τῶν σωμάτων, τῶν ἀσωμάτων, τῆς ἁγίας Τριάδος· ἤτοι γενικῶς ἡ πρακτικὴ διὰ τῆς καρΐνης, ἡ θεωρητικὴ διὰ τῆς στυρακίνης, διὰ δὲ τῆς πλατάνου τὸν κόσμον τοῦτον καὶ τὴν θεωρίαν αὐτοῦ ᾐνίξατο. Τὸ περισύρειν τὸ χλωρὸν τούτου, τὴν ἀποταξίαν αὐτοῦ σημαίνει· καὶ τῆς μὲν πρακτικῆς τὸ χλωρόν ἐστι τὸ ἡδυπαθές· τῆς δὲ θεωρίας, τὸ περὶ τὰ σώματα ἀσχολεῖσθαι· τὸ δὲ χλωρὸν τῶν δύο ἄλλων ἐκδοχῶν βασάνιζε.