Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 88
Not analysed yet
Τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. Καλοῦ ποιμένος (12) παῤῥησία ἐμφαίνεται ταῖς φωναῖς ταύταις. ἃς ζηλωτέον. Γεννάτωσαν οὖν καρποὺς πνεφματικοὺς τὰ ἐν τοῖς ποιμνίοις καὶ αἰπολίοις, ἀλλὰ καὶ τοὺς πλουσίους τῆς ποίμνης μὴ κατσθίωμεν. Ἐπεὶ δὲ οὐχ εὕρηνται οἱ αὐτοῦ θεοὶ, συμβάσεις πκεῖται μετὰ τοῦ θεσπεσίου Ἰακώβ· καὶ ὁ κόσμος, ἡνίκα τοὺς ψευδωνύμους ἀπεβάλετο θεοὺς, φίλος γέγονε τοῦ Χριστοῦ.