Ancient Greek
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΕΚΛΟΓΑΙ.
Origen, Selecta in Genesim 89
Not analysed yet
Εἶπε δέ Ἰακὼ τοῖς ἀδελφοῖς αὐτοῦ· Συλλέγετε ίθους· καὶ συνέλεξαν λίθους. Καὶ ἐν τῷ (13) Ἐκκληοιιαστῇ γέγραπται· Καιρὸς τοῦ βαλεῖν λίθουç, καὶ καρὸς τοῦ συναγαγεῖν λίθους. Συνάγονται δὲ κατὰ πρόσταξιν Ἰακὼβ, ὃς τύπος ἦν Χριστοῦ, ἴνα ἡ οἰκοδομὴ πληρωθῇ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐκ λίθων ζώντων, ὅτε γίνεται οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον. Καὶ ἀποστρασεὶς Λάβαν ἀπῆλθεν εῖς τὸν τόπον αὐτοῦ. Τοῦ μὲν φαύλου (14) διὰ τὴν κακίαν ἐγγὺς ὁ τόπος· τοῦ δὲ διὰ προκοπῆς ὁδεύοντος, ἐπεὶ μακράν ἐστιν ὁ τόπος, οὐ μικρὸς ὁ κόπος.