Ancient Greek · ~2 min
Paragraph 1
Origen, Selecta in Numeros 1
Not analysed yet
Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶ. Μᾶν ὠνομάσθη ἀπὸ τοῦ τοὺς Ἐβραίους πρώτους θέαμα ξένον ὁρῶντας εἰπεῖν πρὸς ἀλλήλους τῇ πατρίῳ γλώσσῃ, «Μᾶν, »τουτέστι, «Τί τοῦτο; »ὅπερ οὐκ ἂν εἶπον, εἰ ἔθος ἦν, ὥς τινες τῶν ἐθνικῶν φασι, τὴν φύσιν τῶν τόπων ἀπʼ αἰῶνος τὰ τοιαῦτα φέρειν. Καὶ νῦν δὲ εἰ καταβαίνει μνήμης ἕνεκα μικρόν τι.