Ancient Greek · ~1 min
Paragraph 2
Origen, Selecta in Numeros 2
Not analysed yet
Καὶ οὐκέτι προσέθεντο. Λείπει, «τοῦ προφητεύειν. »Οὐκέτι, φησὶ, προεφήτευσαν. Εἰς ἅπαξ γὰρ προφητεύουσιν, ἵνα μὴ ἐξισωθῶσι Μωσεῖ· ἀλλ’ ὡς γνωσθῆναι ὅτι μετειλήφασι, καὶ πάντες ἅμα προφητεύουσιν. Ἒν γὰρ ἐν Χριστῷ τὸ Πνεῦμα, καὶ μία διὰ πάντων ἡ ἐνέργεια.