Ancient Greek · ~1 min
Paragraph 10
Origen, Selecta in Numeros 10
Not analysed yet
Τοῦ αὐτοῦ. Καὶ ἡ κατʼ αἴσθησιν τῶν πραγμάτων ἱστορία μεγάλης ὠφελείας πεπλήρωται. Ἐκ δὲ τῆς προκειμένης ἱστορίας μανθάνομεν πολλὰ, καὶ ὅτι ἕστι στρατεύεσθαι λόγοις, καὶ μεγάλα πράγματα οἰκονομεῖσθαι, καὶ κατορθοῦσθαι διὰ λόγων· καὶ οἱ μὲν ἅγιοι στρατεύονται λόγοις εὐχῶν· οἱ δὲ ἀσεβεῖς λόγοις μαγειῶν.