Ancient Greek · ~2 min
Paragraph 11
Origen, Selecta in Numeros 11
Not analysed yet
Τοῦ αὐτοῦ. Ἡ ἐναντία δύναμις οὐδέποτε ποιεῖ ἔργον καλὸν, ἀλλὰ πάντα χείριστα ἐνεργεῖ· καὶ ὅπερ ἐνεργήσει κακὸν, οὐ δύναται ἀποκαταστῆσαι εἰς τὸ βέλτιον, οὐ γὰρ ἔχει τάξιν τοῦ κρείττονος. Τῇ δὲ κρείττονι δυνάμει πάντα δυνατά. Ὁ γὰρ Θεὸς ἡμῶν ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἐνεργῆσαι δὲ κακὸν οὐκ ἕχει· οὐ γὰρ καθʼ ἕξιν μόνον, ἀλλὰ καὶ κατʼ οὐσίαν ἀγαθός ἐστιν.