Ancient Greek · ~1 min
Paragraph 14
Origen, Selecta in Numeros 14
Not analysed yet
Καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐνδιαβάλλειν αὐτὸν ἐπὶ τῆς ὀδοῦ. Ὁ ἐνδιαβάλλων ἐν τῇ ὁδῷ ἄγγελος τὸν Βαλαὰμ, ἆρα μὴ οὗτός ἐστι περὶ οὗ εἷπεν ὁ Θεὸς πρὸς τὸν Μωῦσῆν ὅτι «Ἄγγελός μου προπορεύεται ἔμπροσθεν ὑμῶν διαφυλάσσων ὑμᾶς ἐν τῇ ὁδῷ; »