Ancient Greek · ~2 min
Paragraph 15
Origen, Selecta in Numeros 15
Not analysed yet
Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων τούτων. Οὐκ ἐπέτρεψε τῷ Βαλαὰμ ὁ Θεὸς ἀπελθεῖν πρὸς τὸν Βαλάκ· ἐπειδὴ δὲ ἀπελθεῖν ἐβούλετο, συγχωρεῖ. Παραγγέλλει δὲ αὐτῷ μόνα τὰ ἀποκαλυπτόμενα εἰπεῖν· καὶ ὁ ἄγγελος δὲ φανεὶς καὶ φοβήσας τοῦτο βεβαιοἴ. Οἰκοδόμησόν μοι ἑπτὰ βωμούς. Ἔστι δὲ καὶ διὰ σώματος ἐτέρου ἔργα γινόμενα, καὶ ἐν τοῖς κρείττοσι καὶ ἐν τοῖς χείροσιν. Οἷον ὡς τὰ γινόμενα ὲν Αἰγύπτῳ ὑπὸ Μωϋσῆ καὶ Ἀαρὼν καὶ τῶν ἐπαοιδῶν. Ἀλλὰ συγκρινομένη ἡ θεία δύναμις πρὸς τὴν ἀντικειμένην κατὰ πρόσωπον τῶν ἀμφιβαλλόντων, αὕτη ἡ θεία δύναμις νικᾷ· ὡς ἡ ῥάβδος Μωϋσῆ τὰς τῶν ἐπαοιδῶν ῥάβδους κατέπιεν.