Ancient Greek · ~2 min
Paragraph 18
Origen, Selecta in Numeros 18
Not analysed yet
Καὶ παρέλαβε Βαλὰκ τὸν θαλαὰμ ἑαὶ τὴν κορυφὴν τοῦ Φογώρ. Ὑπελάμβανεν ὁ Βαλὰκ μεμετρημένην τὴν τέχνην τοῦ Βαλαὰμ ἐν τοῖς τόποις. Διὸ παρελάμβανεν αὐτὸν εἰς τὴν κορυφὴν τοῦ Φογὼρ, οἰόμενος ἰσχύειν τὸν μάγον ἐκεῖθεν ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ τὸν Βαλαάμ. Φογὼρ δὲ ἑρμηνεύετσι ἡδυσμὸς, ἢ στόματος δέρμα, τουτέστιν, ἀκρότης φιληδονίας, καὶ νεκρότης λόγου. Ἐξ ὧν ἐπειρᾶτο ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ ὁ Βαλαάμ.