Ancient Greek · ~1 min
Paragraph 17
Origen, Selecta in Numeros 17
Not analysed yet
Τοῦ αὐτοῦ. Ἐνανθρωπήσας οὗν ὁ Σωτὴρ ἀπέστειλε τοὺς μαθητὰς αὐτοῦ ἵνα λύσωσι τὴν ὄνον, τουτέστιν ἐκ τῶν δεσμῶν ὧν ἔδησεν ἡ ἀντικειμένη δύναμις, ὁ νοητὸς Βαλαάμ· καὶ λύσαντες ἤγαγον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιθέντες τῇ ὄνῳ τὰ ἱμάτια, τουτέστι τὰς ἀρετὰς τοῦ Εὐαγγελίου· καὶ ἐπικαθίσας αὐτῇ ῇ Σωτὴρ εἰσῆλθεν εἰς τὴν ἁγίαν πόλιν.