Ancient Greek · ~2 min
Paragraph 20
Origen, Selecta in Numeros 20
Not analysed yet
Οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς. Σύμβολόν ἐστιν ὁ Βαλαὰμ οὗτος τοῦ ἐκ τῶν ἐθνῶν λαοῦ ὅστις ἐπηκολούθει τοῖς οἰωνοἴς τὸ πρότερον, γνοὺς δὲ ὅτι ἀκόρεστόν ἐστι Κυρίῳ. οὐ προσέθετο· ἀλλὰ μὴν καὶ ἑρμηνεύεται μάταιος λαὸς, υἱὸς δὲ Βεὼρ ἑρμηνεύεται δερμάτινος. Τὸ μὲν μάταιος ἦν κατὰ τὸ πρότερον τῶν ἐθνῶν, Βεὼρ δὲ τοῦ ἐν ματαιότητι καὶ ἐν νεκρότητι κατὰ τὸ πρότερον δηλονότι.