Ancient Greek · ~2 min
Paragraph 21
Origen, Selecta in Numeros 21
Not analysed yet
Ἄνβρωπος ὁ ἀληλινῶς ὀρῶν. Ἐγὼ ὁ ποτὲ Βαλαὰμ, ὁ λαὸς ὁ μάταιος, διανοίξας τοὺς ἔσω μου ὀφθαλμοὺς τοῦ νοὸς, καὶ ἰδὼν τὸν πνευματικόν ποτε Ἰσραὴλ, καὶ τὴν κατʼ αὐτὸν οἰκονομίαν, τῆς τοῦ ἁγίου Πνεύματος ἀξιοῦμαι. Οὐχ ἁρμόζει τῷ ποτὲ Βαλαὰμ τὸ, «Φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὀρῶν, »καὶ τὰ ἐξῆς, ἀλλʼ ἁρμόζει τῷ νῦν Βαλαάμ. Ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακὼβ, αἱ σκηνοί σου, Ἰσραήλ. Τὸ ὄνομα τοῦ Ἰακὼβ, οὐ τοῦ ἐνοικοῦντός ἐστιν, ἀλλὰ τοῦ οἴκου· τὸ δὲ τοῦ Ἰσραὴλ ὄνομα, τοῦ ἐνοικοῦντός ἐστι· τοῦ γὰρ σωματικοῦ πράγματός ἐστι τὸ, Ἰακοώβ.