Ancient Greek · ~2 min
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΨΑΛΜΟΥΣ.
Origen, Selecta in Psalmos [Dub.] 1
Not analysed yet
Διὰ τοὺς ἐπιγεγραμμένους ψαλμοὺς «εἰς τὸ τέλος, »ἐπελεξάμεθα τοὺς ὅρους αὐτοῦ, ἐκ μὲν τῶν Ἀριστοτέλους οὕτως ἔχοντας· Τέλος ἐστὶν οὗ ἕνεκεν τὰ ἄλλα, αὐτὸ δὲ μηδενὸς ἕνεκεν· ἢ οὕτως· οὗ ἕνεκεν τὰ ἄλλα, αὐτὸ δὲ οὐκ αὐτῶν ἕνεκα· ἢ οὕτως· διʼ οὗ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδὲν ἄλλο· ἐκ δὲ τῶν Ἡροφίλου περὶ Στωϊκῆς ὀνομάτων χρήσεως οὕτως· Τέλος δʼ εἶναι λέγουσι (17) κατηγόρημα οὗ ἕνεκεν τὰ λοιπὰ πράττομεν, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν· τὸ δὲ συζυγοῦν τούτῳ, καθάπερ ἡ εὐδαιμονία τῷ εὐδαιμονεῖν, σκοπόν· ὃ δὴ ἔσχατόν ἐστι τῶν αἱρετῶν.