Ancient Greek · ~4 min
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΨΑΛΜΟΥΣ.
Origen, Selecta in Psalmos [Dub.] 2
Not analysed yet
Εἰ δὲ καὶ οἱ περὶ Θεοῦ ὅροι, καὶ ὅσα σημαίνεται ἐκ᾿ τῆς Θεός προσηγορίας, χρήσιμόν τι ἡμῖν παρἐξουσιν, ἐκλεξαμένοις ἀπʼ αὐτῶν τοὺς διαφέροντας τῇ Γραφῇ, καὶ αὐτὸς ἐπιστήσεις. Φησὶν οὖν ὁ αὐτὸς Ἡρόφιλος· Θεὸν μὲν γενικώτατα λέγουσι ζῶον ἀθάνατον, λογικὸν, καθὸ πᾶσα λογικὴ ψυχὴ Θεός ἐστιν. Ἄλλως δὲ, ζῶον ἀθάνατον, λογικὸν, καθʼ αὑτὸ ὅν· ὡς τὰς ἐν ἡμῖν περιεχομένας ψυχὰς μὴ εἶναι θεούς· ἀπαλλαγείσας δὲ τῶν σωμάτων ἔσεσθαι. Κατʼ ἄλλον δὲ τρόπον, Θεὸν λέγεσθαι ζῶον ἀθάνατον, λογικὸν, σπουδαῖον· ὥστε πᾶσαν ἀστείαν ψυχὴν Θεὸν ὑπάρχειν, κὰν ἐν ἀνθρώπῳ περιέχηται· ἄλλως δὲ λέγεσθαι Θεὸν τὸ καθʼ αὐτὸ ὂν ζῶον ἀθάνατον, σπουδαῖον· ὡς τὰς ἐν ἀνθρώποις σοφοῖς περιεχομένας ψυχὰς μὴ ὑπάρχειν θεούς. Καὶ ἔτι ἄλλως λέγουσι Θεόν· Ζῶον ἀθάνατον, σπουδαῖον ,ἔχον τινὰ ἐπιστασίαν ἐν τῷ κόσμῳ κατὰ τὴν διοίκησιν, ὃν τρόπον ὁ ἥλιος καὶ ἡ σελήνη. Ἄλλως δὲ λέγει Θεὸν τὸν πρῶτον διοικητικὸν τοῦ κόσμου. Ἐπὶ πᾶσι δὲ Θεὸν λέγουσι· Ζῶον ἄφθαρτον καὶ ἀγέννητον, καὶ πρῶτον ῤασιλέα, ἤν ἔχει χώραν ὁ σύμπας κόσμος.