Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΗ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-103
Not analysed yet
Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ, κ. τ. ἑ. Ὧν ἐκκόπτει ὁ Σατανᾶς τὰ ἔργα τὰ δεξιὰ, τούτων ἔστηκεν ἐκ δεξιῶν. Ἐν δὲ τῷ Ζαχαρίᾳ φησί· «Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἰστήκει ἐκ δεξιῶν αὐτοῦ· »οὐχ ἀπλῶς δὲ, ἀλλὰ «τῷ ἀντικεῖσθαι αὐτῷ· »οὐκ ἀντίκειται δὲ τῷ Ἰούδᾳ.