Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΗ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-53
Not analysed yet
Γενηθήτωσαν υἱοὶ αὐτοῦ ὀρφανοὶ, κοὶ ἡ γυτὴ αὐτοῦ χήρα, κ. τ. ἑ. Οὐκ ἐπαρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ. «Εὐλογεῖτε γὰρ τοὺς ἐχθροὺς ὑμῶν, φησὶν ὁ Ἀπόστολος, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. »Ὀρφανοὶ τοίνυν εἰσὶ λογισμοὶ πονηροὶ τὸν ἑαυτῶν θάψαντες πατέρα τὸν Σατανᾶν· χήρα δὲ ψυχὴ ἡ μὴ ἐπιλαβοῦσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ ἡ τάξις ἔχει. Πρότερον μὲν γὰρ περαιρεῖ τάς κατʼ ἐνέργειαν ἁμαρτίας, ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα.